Add parallel Print Page Options

30 πίστει τὰ τείχη Ἰεριχὼ [a]ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. 31 πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης.

32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει [b]με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, [c]Σαμψών, Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, 33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα [d]μαχαίρης, [e]ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37 ἐλιθάσθησαν, [f]ἐπρίσθησαν, ἐν φόνῳ [g]μαχαίρης ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος [h]ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς· 39 [i]καὶ πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40 τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.

12 Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι’ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν.

Footnotes

  1. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:30 ἔπεσαν WH Treg NIV ] ἔπεσεν RP
  2. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:32 με γὰρ WH Treg NIV ] γὰρ με RP
  3. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:32 Σαμψών WH Treg NIV ] τε καὶ Σαμψών καὶ RP
  4. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:34 μαχαίρης WH Treg NIV ] μαχαίρας RP
  5. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:34 ἐδυναμώθησαν WH Treg NIV ] ἐνεδυναμώθησαν RP
  6. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:37 ἐπρίσθησαν Treg NIV ] ἐπειράσθησαν ἐπρίσθησαν WH; ἐπρίσθησαν ἐπειράσθησαν RP
  7. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:37 μαχαίρης WH Treg NIV ] μαχαίρας RP
  8. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:38 ἐπὶ WH Treg NIV ] ἐν RP
  9. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:39 καὶ Holmes ] + οὗτοι WH Treg NIV RP